Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.1 | Dem. 45.3 (English) | >>Dem. 45.6 |
45.1καταψευδομαρτυρηθείς , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ παθὼν ὑπὸ Φορμίωνος ὑβριστικὰ καὶ δεινά , δίκην παρὰ τῶν αἰτίων ἥκω ληψόμενος παρʼ ὑμῖν . δέομαι δὲ πάντων ὑμῶν καὶ ἱκετεύω καὶ ἀντιβολῶ πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου (μέγα γὰρ τοῖς ἠτυχηκόσιν , ὥσπερ ἐγώ , δυνηθῆναι περὶ ὧν πεπόνθασιν εἰπεῖν καὶ εὐμενῶς ἐχόντων ὑμῶν ἀκροατῶν τυχεῖν ), εἶτʼ ἐὰν ἀδικεῖσθαι δοκῶ , βοηθῆσαί μοι τὰ δίκαια .
45.2ἐπιδείξω δʼ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα <τὰ > ψευδῆ , καὶ διʼ αἰσχροκερδίαν τοῦτο πεποιηκότα , καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον · τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν . ἐξ ἀρχῆς δʼ ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων εἰπεῖν πειράσομαι τὰ πεπραγμένα μοι πρὸς Φορμίωνα , ἐξ ὧν ἀκούσαντες τήν τʼ ἐκείνου πονηρίαν καὶ τούτους , ὅτι τὰ ψευδῆ μεμαρτυρήκασιν , γνώσεσθε .
ἐγὼ γάρ , ὦ ἄνδρες δικασταί , πολλῶν χρημάτων ὑπὸ τοῦ πατρὸς καταλειφθέντων μοι , καὶ ταῦτα Φορμίωνος ἔχοντος , καὶ ἔτι πρὸς τούτοις τὴν μητέρα γήμαντος τὴν ἐμὴν ἀποδημοῦντος ἐμοῦ δημοσίᾳ τριηραρχοῦντος ὑμῖν (ὃν τρόπον δέ , οὐκ ἴσως καλὸν υἱεῖ περὶ μητρὸς ἀκριβῶς εἰπεῖν ), ἐπειδὴ καταπλεύσας ᾐσθόμην καὶ τὰ πεπραγμένʼ εἶδον , πόλλʼ
45.4ἀγανακτήσας καὶ χαλεπῶς ἐνεγκὼν δίκην μὲν οὐχ οἷός τʼ ἦν ἰδίαν λαχεῖν (οὐ γὰρ ἦσαν ἐν τῷ τότε καιρῷ δίκαι , ἀλλʼ ἀνεβάλλεσθʼ ὑμεῖς διὰ τὸν πόλεμον ), γραφὴν δʼ ὕβρεως γράφομαι πρὸς τοὺς θεσμοθέτας αὐτόν . χρόνου δὲ γιγνομένου , καὶ τῆς μὲν γραφῆς ἐκκρουομένης , δικῶν δʼ οὐκ οὐσῶν , γίγνονται παῖδες ἐκ τούτου τῇ μητρί . καὶ μετὰ ταῦτα (εἰρήσεται γὰρ ἅπασα πρὸς ὑμᾶς ἡ ἀλήθειʼ , ὦ ἄνδρες δικασταί ) πολλοὶ μὲν καὶ φιλάνθρωποι λόγοι παρὰ τῆς μητρὸς ἐγίγνοντο καὶ δεήσεις ὑπὲρ Φορμίωνος τουτουί , πολλοὶ δὲ καὶ μέτριοι καὶ ταπεινοὶ παρʼ αὐτοῦ τούτου .
45.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.1 | Dem. 45.3 (English) | >>Dem. 45.6 |